Τῆ ἁγία καί μεγάλη Τρίτη

ΕΝΔΙΑΦΕΡΟΥΣΕΣ ΕΙΔΗΣΕΙΣ 🕔07/04/2015 - 00:26 | Author: Newsroom

Γράφει ο Ἱερεύς Ἰωάννης Σουρλίγγας
Τήν ὥραν ψυχῆ,
τοῦ τέλους ἐννοήσασα…
καί τήν ἐκκοπήν, τῆς συκῆς δειλιάσασα,
τό δοθέν σοι τάλαντον,
φιλοπόνως ἔργασαι ταλαίπωρε,
γρηγοροῦσα καί κράζουσα·
Μή μείνωμεν ἔξω τοῦ νυμφῶνος Χρίστου.

Τῆς τῶν δέκα παρθένων παραβολῆς τήν ἀναμνησιν ποιούμεθα σήμερον, ἥν ἐλάλησεν ὁ Ἰησοῦς μετά καί ἄλλων τοιούτων παραβολῶν, ἐρχόμενος ἐπί τό πάθος.

Διδάσκει δέ ἡμᾶς ἡ παραβολή αὕτη, ἵνα μή τό μέγα τῆς παρθενίας ἔργον κατορθοῦντες ἀμελῶμεν τῶν λοιπῶν, καί μάλιστα τῆς ἐλεημοσύνης, δι’ ἧς ἡ λαμπάς τῆς παρθενίας φαιδρύνεται.

Ἐτι δέ ἴνα, τό τέλος τῆς ζωῆς ἡμῶν ἀγνοοῦντες, ὑπαρχωμεν πᾶσαν ὥραν ἕτοιμοί πρός αὐτό, ὡς αἱ φρόνιμοι παρθένοι, πρός τήν τοῦ νυμφίου ἀπάντησιν, μήποτε, αἰφνιδίως ἐλθόντος αὐτοῦ, καί κλεισθείσης τῆς θύρας τοῦ οὐρανίου νυμφῶνος, ἀκούσωμεν καί ἡμεῖς, ὡς αἱ μωραί, τήν φρικτήν ἐκείνην ἀπόφασιν.

Ἀμήν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς.
+ Ἱερεύς Ἰωάννης Σουρλίγγας

Loading...